Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.241 Joseph. AJ 5.246 (English) >>Joseph. AJ 5.251

5.244 τε οὖν Ἀβιμέλεχος ἐκάθισεν ἐνεδρεύων καὶ Γυάλης ἀφυλακτοτέρως διέτριβεν ἐπὶ τοῦ προαστείου καὶ Ζάβουλος σὺν αὐτῷ. ἰδὼν δὲ ὁπλίτας ἐπιφερομένους Γυάλης πρὸς Ζάβουλον ἔλεγεν ἄνδρας αὐτοῖς ἐπιέναι καθωπλισμένους. 5.245τοῦ δὲ σκιὰς εἶναι φαμένου τῶν πετρῶν, πλησίον ἤδη γινομένων τὸ ἀκριβὲς κατανοῶν οὐ σκιὰς ἔλεγε ταῦτʼ εἶναι, λόχον δʼ ἀνδρῶν. καὶ Ζάβουλος, “οὐ σὺ μέντοι, φησίν, Ἀβιμελέχῳ κακίαν ἐπεκάλεις; τί οὖν οὐκ ἐπιδεικνύεις τὸ τῆς ἀρετῆς μέγεθος εἰς μάχην αὐτῷ συμβαλών”; 5.246Γυάλης δὲ θορυβούμενος συνάπτει τοῖς Ἀβιμελέχου καὶ πίπτουσι μέν τινες τῶν σὺν αὐτῷ, φεύγει δʼ αὐτὸς εἰς τὴν πόλιν τοὺς ἄλλους ἀγόμενος. καὶ Ζάβουλος πολιτεύεται Γυάλην ἐκβληθῆναι τῆς πόλεως κατηγορήσας, ὡς μαλακῶς πρὸς τοὺς Ἀβιμελέχου στρατιώτας ἀγωνίσαιτο. 5.247Ἀβιμέλεχος δὲ πυθόμενος ἐξελευσομένους αὖθις κατὰ τρύγητον τοὺς Σικιμίους ἐνέδραις προλοχίζεται τὰ περὶ τὴν πόλιν, καὶ προελθόντων μὲν τρίτη μοῖρα τῆς στρατιᾶς καταλαμβάνει τὰς πύλας ἀφαιρησομένη τὴν εἴσοδον τοὺς πολίτας, οἱ δʼ ἄλλοι σκιδναμένους μεταθέουσι, πανταχοῦ τε φόνος ἦν. 5.248καὶ κατασκάψας εἰς ἔδαφος τὴν πόλιν, οὐ γὰρ ἀντέσχε πρὸς τὴν πολιορκίαν, ἅλας κατὰ τῶν ἐρειπίων σπείρας προῆγε. καὶ Σικιμῖται πάντες οὕτως ἀπώλοντο· ὅσοι δὲ κατὰ τὴν χώραν σκεδασθέντες διέφυγον τὸν κίνδυνον, οὗτοι πέτραν ὀχυρὰν εὑρόντες ἐπʼ αὐτῆς ἱδρύονται τειχίσαι τε ταύτην παρεσκευάζοντο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.241 Joseph. AJ 5.246 (English) >>Joseph. AJ 5.251

Powered by PhiloLogic